Οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Σώσον τον λαόν Σου,Κυρίου δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἐνδοξότατα καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές. Ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν - ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί. Ἀπολοῦντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου. Εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. Μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. Ἑξάκις ἐξ ἀναγκῶν σὲ ἐξαλεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. Ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. Ἀπὸ μάστιγος γλώσσης σὲ κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων οὐ μὴ φοβηθῇς. Θῆρες γὰρ ἔγριοι εἰρηνεύσουσί σοι. Εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. Γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβάτατον τοῦ ἀγροῦ. Ἐλεύση δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἡ ὥσπερ θημωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα. Ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.
- Home
- ΕΛΛΑΔΑ
- _ΕΛΛΑΔΑ
- _ΕΛΛΑΔΑ ΓΕΓΟΝΟΤΑ
- _ΕΛΛΑΔΑ ΔΙΑΦΟΡΑ
- _ΕΛΛΑΔΑ ΚΟΙΝΩΝΙΑ
- _ΕΛΛΑΔΑ ΟΙΚΟΝΟΜΙΑ
- _ΕΛΛΑΔΑ ΠΕΡΙΕΡΓΑ
- ΚΟΣΜΟΣ
- _ΚΟΣΜΟΣ
- _ΚΟΣΜΟΣ ΟΙΚΟΝΟΜΙΑ
- _ΚΟΣΜΟΣ ΕΠΙΚΑΙΡΟΤΗΤΑ
- ΘΡΗΣΚΕΙΑ
- _ΘΡΗΣΚΕΙΑ
- _ΘΡΗΣΚΕΙΑ ΑΓΙΟ ΟΡΟΣ
- _ΘΡΗΣΚΕΙΑ ΟΡΘΟΔΟΞΙΑ
- _ΘΡΗΣΚΕΙΑ ΠΡΟΦΗΤΕΙΕΣ
- ΙΣΤΟΡΙΑ
- _ΙΣΤΟΡΙΑ
- _ΙΣΤΟΡΙΑ ΕΛΛΑΔΑ
- _ΙΣΤΟΡΙΑ ΔΙΕΘΝΗ
- ΔΙΑΦΟΡΑ
- ΑΠΟΨΕΙΣ
- ΠΕΡΙΕΡΓΑ
- ΤΕΧΝΟΛΟΓΙΑ
- ΑΘΛΗΤΙΚΑ
- CONTACT US