Ticker

10/recent/ticker-posts

ΕΡΧΕΤΑΙ...ΕΥΛΟΓΗΜΕΝΗ ΓΕΝΝΗΣΗ ΧΡΙΣΤΟΥ....!!''Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ•πολυέλεος τῶν Χριστουγέννων....!!Πᾶσα ἡ γῆ, ἀλληλούια....!!

Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ• πολυέλεος τῶν Χριστουγέννων Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ• πολυέλεος τῶν Χριστουγέννων (σὲ ἦχο α΄) Πᾶσα ἡ γῆ, ἀλληλούια. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ• ἀλληλούια. (Ψαλμ. 65,1-3• 104,2) Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. δότε δόξαν ἐν αἰνέσει αὐτοῦ• ἀλληλούια. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ, εἴπατε τῷ Θεῷ• Ὡς φοβερὰ τὰ ἔργα σου• ἀλληλούια. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ• (Ψαλμ. 95,11• 110,9) λύτρωσιν ἀπέστειλε [Κύριος] τῷ λαοῦ αὐτοῦ• ἀλληλούια. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ• ἀλληλούια. (Ψαλμ. 86,15) Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς, (Ψαλμ. 88,28) καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς• ἀλληλούια. (Ψαλμ. 71,11) [Ὅτι] ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, (Λουκ. 1,78) ἐξανέτειλε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις• ἀλληλούια. (Ψαλμ. 111,4• Λουκ. 1,79) Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος (Ψαλμ. 109,3-4) καὶ οὐ μεταμεληθήσεται• ἀλληλούια. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ• (Ψαλμ. 67,5) ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, (Ψαλμ. 110,3) ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ• ἀλληλούια.(Ψαλμ. 49,2) Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου• ἀλληλούια. (Ψαλμ. 44,7) Ἐπικροτοῦμε τὴν ποιμαντικὴ εὐσυνειδησία τοῦ πανιερ. μητροπολίτου Μόρφου κ. Νεοφύτου, ἡ ὁποία τὸν ἐνέπνευσε νὰ ζητήσῃ τὴν δημιουργία ὁμίλων προσευχῆς μὲ ἀνάγνωσι τοῦ ἱεροῦ Ψαλτηρίου ποὺ εἶνε διῃρημένο σὲ 20 καθίσματα 
 

Featured

loading...